Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.180 Joseph. AJ 15.185 (English) >>Joseph. AJ 15.190

15.183

δὲ Ἡρώδης ὡς καὶ τὸν Ὑρκανὸν ἐκποδὼν ἐποιήσατο, σπεύδων πρὸς Καίσαρα καὶ μηδὲν ἐλπίσαι περὶ τῶν αὐτοῦ πραγμάτων δυνάμενος χρηστὸν ἐκ τῆς γενομένης αὐτῷ πρὸς Ἀντώνιον φιλίας, ὕποπτον μὲν εἶχεν τὴν Ἀλεξάνδραν, μὴ τῷ καιρῷ συνεπιθεμένη τὸ πλῆθος ἀποστήσῃ καὶ στασιάσῃ τὰ περὶ τὴν βασιλείαν πράγματα. 15.184παρετίθετο δὲ πάντα Φερώρᾳ τἀδελφῷ, καὶ τὴν μητέρα Κύπρον καὶ τὴν ἀδελφὴν καὶ τὴν γενεὰν ἅπασαν ἐν Μασάδοις κατεστήσατο παρακελευσάμενος, εἴ τι περὶ αὐτὸν ἀκούσαιεν δυσχερές, ἔχεσθαι τῶν πραγμάτων. 15.185Μαριάμμην δὲ τὴν αὐτοῦ γυναῖκα, δυνατὸν γὰρ οὐκ ἦν ἐν διαφορᾷ τῇ πρὸς τὴν ἀδελφὴν καὶ τὴν μητέρα τὴν ἐκείνου δίαιταν τὴν αὐτὴν ἔχειν, ἐν Ἀλεξανδρείῳ σὺν Ἀλεξάνδρᾳ τῇ μητρὶ κατεστήσατο Ἰώσηπον τὸν ταμιαίαν καὶ τὸν Ἰτουραῖον Σόαιμον ἐπʼ αὐτῶν καταλιπών, πιστοτάτους μὲν ἐξ ἀρχῆς γενομένους αὐτῷ, τότε δὲ προφάσει τιμῆς φρουρεῖν ἀπολειφθέντας τὰς γυναῖκας. 15.186ἦν δὲ κἀκείνοις ἐντολὴ μαθόντας τι περὶ αὐτοῦ δυσχερὲς ἐξ αὐτῆς ἀμφοτέρας μεταχειρίσασθαι, τὴν δὲ βασιλείαν εἰς δύναμιν τοῖς παισὶν αὐτοῦ σὺν τἀδελφῷ Φερώρᾳ διατηρεῖν. 15.187

Ταύτας δοὺς τὰς ἐντολὰς αὐτὸς εἰς Ῥόδον ἠπείγετο Καίσαρι συντυχεῖν. κἀπειδὴ κατέπλευσεν εἰς τὴν πόλιν, ἀφῄρητο μὲν τὸ διάδημα, τοῦ δʼ ἄλλου περὶ αὐτὸν ἀξιώματος οὐδὲν ὑφεικώς, ὅτε καὶ κοινωνῆσαι λόγου κατὰ τὴν συντυχίαν ἠξιώθη, πολὺ μᾶλλον ἐνέφηνεν τὸ μεγαλεῖον τοῦ κατʼ αὐτὸν φρονήματος,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.180 Joseph. AJ 15.185 (English) >>Joseph. AJ 15.190

Powered by PhiloLogic